Simon Peter

From Cor ad Cor
Revision as of 17:26, 11 June 2012 by Mxmsj (talk | contribs) (Created page with "== John 21:15-17 == :::: Source: [http://t8s.biblos.com/john/21.htm Biblos.com] 15 Ὅτε οὖν ἠρίστησαν, λέγει τῷ Σίμωνι Πέτρῳ ὁ Ἰησο...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to navigation Jump to search

John 21:15-17

Source: Biblos.com

15 Ὅτε οὖν ἠρίστησαν, λέγει τῷ Σίμωνι Πέτρῳ ὁ Ἰησοῦς,

Σίμων Ἰωάννου, ἀγαπᾷς με πλέον τούτων;

λέγει αὐτῷ·

ναί κύριε, σὺ οἶδας ὅτι φιλῶ σε.

λέγει αὐτῷ·

βόσκε τὰ ἀρνία μου.

16 λέγει αὐτῷ πάλιν δεύτερον·

Σίμων Ἰωάννου, ἀγαπᾷς με;

λέγει αὐτῷ·

ναί κύριε, σὺ οἶδας ὅτι φιλῶ σε.

λέγει αὐτῷ·

ποίμαινε τὰ προβάτιά μου.

17 λέγει αὐτῷ τὸ τρίτον·

Σίμων Ἰωάννου, φιλεῖς με;

ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον· φιλεῖς με; καὶ λέγει αὐτῷ·

κύριε, πάντα σὺ οἶδας, σὺ γινώσκεις ὅτι φιλῶ σε.

λέγει αὐτῷ· βόσκε τὰ προβάτιά μου.